Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.79 Joseph. AJ 5.84 (English) >>Joseph. AJ 5.89

5.82Σεμεωνὶς δέ, δευτέρα γὰρ ἦν, ἔλαχε τῆς Ἰδουμαίας τὴν Αἰγύπτῳ τε καὶ τῇ Ἀραβίᾳ πρόσορον οὖσαν. Βενιαμῖται δὲ τὴν ἀπὸ Ἰορδάνου ποταμοῦ ἔλαχον ἄχρι θαλάσσης μὲν τὸ μῆκος, τὸ δὲ πλάτος Ἱεροσολύμοις ὁριζομένην καὶ Βηθήλοις· στενώτατος δὲ κλῆρος οὗτος ἦν διὰ τὴν τῆς γῆς ἀρετήν· Ἱεριχοῦντα γὰρ καὶ τὴν Ἱεροσολυμιτῶν πόλιν ἔλαβον. 5.83 δʼ Ἐφρὰν φυλὴ τὴν ἄχρι Γαζάρων ἀπὸ Ἰορδάνου ποταμοῦ μηκυνομένην ἔλαχεν, εὐρεῖαν δὲ ὅσον ἀπὸ Βεθήλων εἰς τὸ μέγα τελευτᾷ πεδίον, τῆς τε Μανασσήτιδος οἱ ἡμίσεις ἀπὸ μὲν Ἰορδάνου μέχρι Δώρων πόλεως, πλάτος δὲ ἐπὶ Βηθησάνων, νῦν Σκυθόπολις καλεῖται, 5.84καὶ μετὰ τούτους Ἰσαχαρὶς Κάρμηλόν τε τὸ ὄρος καὶ τὸν ποταμὸν τοῦ μήκους ποιησαμένη τέρμονα, τὸ δὲ Ἰταβύριον ὄρος τοῦ πλάτους. Ζαβουλωνῖται δὲ τὴν μέχρι Γενησαρίδος καθήκουσαν δὲ περὶ Κάρμηλον καὶ θάλασσαν ἔλαχον. 5.85τὴν δὲ ἀπὸ τοῦ Καρμήλου κοιλάδα προσαγορευομένην διὰ τὸ καὶ τοιαύτην εἶναι Ἀσηρῖται φέρονται πᾶσαν τὴν ἐπὶ Σιδῶνος τετραμμένην· Ἄρκη δὲ πόλις ὑπῆρχεν αὐτοῖς ἐν τῇ μερίδι καὶ Ἐκδείπους. 5.86τὰ δὲ πρὸς τὰς ἀνατολὰς τετραμμένα μέχρι Δαμασκοῦ πόλεως καὶ τῆς Γαλιλαίας τὰ καθύπερθεν Νεφθαλῖται παρέλαβον ἕως τοῦ Λιβάνου ὄρους καὶ τῶν τοῦ Ἰορδάνου πηγῶν, αἳ τὴν ὁρμὴν ἐκ τοῦ ὄρους ἔχουσιν, ἐκ τοῦ καθήκοντος τοῖς ὅροις κατὰ τὰ βόρεια πόλεως Ἄρκης παροικούσης.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.79 Joseph. AJ 5.84 (English) >>Joseph. AJ 5.89

Powered by PhiloLogic